Ε-SHOP ΑΠΟΚΛΕΙΣΤΙΚΑ ΓΙΑ ΤΑ ΦΙΛΟΛΟΓΙΚΑ ΜΑΘΗΜΑΤΑ 

 

 

 

 ΣΤΕΦΑΝΟΥ ΣΑΡΑΦΗ 7, ΑΙΓΑΛΕΩ - ΤΗΛ. 2105982042

Λύκειο

ΔΗΜΟΣΘΕΝΟΥΣ, Ὑπὲρ τῆς Ροδίων ἐλευθερίας 14 -15

Οὐ μὴν οὒδ’ ἂν δι’  αὐτῶν εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῇ Ῥόδιοι, περῄνεσ’ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδ’  εἰ πάνθ’ ὑπισχνοῦνθ’  ὑμῖν ποιήσειν. Ὁρῶ γὰρ αὐτοὺς τὸ μὲν πρῶτον, ὅπως καταλύσωσι τὸν δῆμον, προσλαβόντας τινὰς τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτο ἔπραξαν, πάλιν ἐκβαλόντας τούτους· τοὺς οὖν μηδετέροις πιστῶς κεχρημένους οὐδ’  ἂν ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι συμμάχους. Καὶ ταῦτ’ οὐδεπώποτ’  εἶπον ἄν, εἰ τῷ Ῥοδίων δήμῳ μόνον ἡγούμην συμφέρειν· οὔτε γὰρ προξενῶ τῶν ἀνδρῶν οὒτ’ ἰδίᾳ ξένος αὐτῶν οὐδεὶς ἐστι μοί. Οὐ μήν, οὐδ’ εἰ ταῦτα ἀμφότερα ἦν, εἰ μὴ συμφέρειν ὑμῖν ἡγούμην, εἶπον ἄν, ἐπεὶ Ῥοδίους γ’,  εἰ οἶόν τε τοῦτ’ εἰπεῖν τῷ συναγορεύοντι τῇ σωτηρίᾳ αὐτῶν, συγχαίρω τῶν γεγενημένων.

(ΔΗΜΟΣΘΕΝΟΥΣ, Ὑπὲρ τῆς Ροδίων ἐλευθερίας 14 -15) 

Ακολουθήστε μας

Log in

Ε! Πριν φύγεις...

Κάνε εγγραφή στο Newsletter της Φιλολογικής γωνιάς για να λαμβάνεις πρώτος νέα, κρυφό υλικό, ενημερώσεις και πολλά άλλα!