Λύκειο

ΞΕΝΟΦΩΝΤΟΣ, Κύρου Παιδεία 5. 1 24-26

Πρῶτος δ’ ὁ φήσας ποτὲ συγγενής του Κύρου εἶναι εἶπεν· «Ἀλλ’ ἐγὼ μέν», ἔφη «ὦ βασιλεῦ, βασιλεὺς γὰρ ἔμοιγε δοκεῖς σὺ φύσει πεφυκέναι οὐδὲν ἧττον ἢ ὁ ἐν τῷ σμήνει φυόμενος τῶν μελιττῶν ἡγεμών· ἐκείνῳ τε γὰρ αἱ μέλιτται ἐκοῦσαι μὲν πείθονται, ὅπου δ’  ἂν μένῃ, οὐδεμία ἐντεῦθεν ἀπέρχεται· ἐὰν δὲ ποι ἐξίῃ, οὐδεμία αὐτοῦ ἀπολείπεται. Οὕτω δεινὸς τις ἔρως αὐταῖς τοῦ ἄρχεσθαι ὑπ’ ἐκείνου ἐγίγνετο· καὶ πρὸς σε δὲ μοι δοκοῦσι παραπλησίως πως οἱ ἄνθρωποι οὗτοι διακεῖσθαι. Καὶ γὰρ εἰς Πέρσας ὅτε παρ’  ἡμῶν ἀπῄεις, τίς Μήδων ἢ νέος ἢ γέρων σου ἀπελείφθη τὸ μὴ σοι ἀκολουθεῖν ἔστε Ἀστυάγης ἡμᾶς ἀπέτρεψεν; Ἐπειδὴ δ’  ἐκ Περσῶν βοηθὸς ἡμῖν ὡρμήθης, σχεδὸν αὖ ἐωρῶμεν τοὺς φίλους σου πάντας ἐθελουσίους συνεπομένους. Ὅτε δ’  αὖ τῆς δεῦρο στρατείας  ἐπεθύμησας, πάντες σοι Μῆδοι ἑκόντες ἠκολούθησαν.»

(ΞΕΝΟΦΩΝΤΟΣ, Κύρου Παιδεία 5. 1 24-26)

  

$Λέξεις: ἀπέρχομαι= απομακρύνομαι, ἀπολείπομαι= μένω πίσω, ἔρως= επιθυμία, ἔστε= μέχρις ότου, ἀποτρέπω= γυρίζω κάποιον πίσω.

 

Ασκήσεις:

1. βασιλεύς, φύσει, ἔρως : Να κλιθούν.

2. ἑκοῦσαι: Να κλιθεί στα τρία γένη.

3. ἐξίῃ, ἀπολείπεται: α. Να γίνει Χ.Α. των τύπων. β. Να γίνει Ε.Α. των τύπων στο β΄ ενικό του μέλλοντα και του αορίστου.

Σεμινάριο

                                                                                                                                                                      

                                              

Ακολουθήστε μας

Log in