Λύκειο

ΞΕΝΟΦΩΝΤΟΣ, Ἀγησίλαος ΧΙ, 1

Βούλομαι καὶ ἐν κεφαλαίοις ἐπανελθεῖν τὴν ἀρετὴν αὐτοῦ, ὡς ἂν ὁ ἔπαινος εὐμνημονεστέρως ἔχῃ. Ἀγησίλαος ἱερὰ μὲν καὶ τὰ ἐν τοῖς πολεμίοις ἐσέβετο ἡγούμενος τοὺς θεοὺς οὐχ ἧττον ἐν τῇ πολεμίᾳ χρῆναι ἢ ἐν τῇ φιλίᾳ συμμάχους ποιεῖσθαι· ἱκέτας δὲ θεῶν οὐδὲ ἐχθροὺς ἐβιάζετο, νομίζων ἄλογον εἶναι τοὺς δὲ βωμῶν ἱκέτας ἀποσπῶντας εὐσεβεῖς ἡγεῖσθαι. Ἐκεῖνός γε μὴν ὑμνῶν οὒποτ’  ἔληγεν ὡς τοὺς θεοὺς οἴοιτο οὐδὲν ἧττον ὁσίοις ἔργοις ἢ ἁγνοῖς ἱεροῖς ἥδεσθαι. Ἀλλὰ μὴν καὶ ὅποτε εὐτυχοίη, οὐκ ἀνθρώπων ὑπερεφρόνει, ἀλλὰ θεοῖς χάριν ᾔδει καὶ θαρρῶν πλείονα ἔθυεν ἢ ὀκνῶν ηὔχετο. Εἴθιστο δὲ φοβούμενος μὲν ἱλαρὸς φαίνεσθαι, εὐτυχῶν δὲ πρᾶος εἶναι.

(ΞΕΝΟΦΩΝΤΟΣ, Ἀγησίλαος ΧΙ, 1)

 

$Λέξεις: ἐν κεφαλαίοις = σε γενικές γραμμές, ἐπανέρχομαι = συγκεφαλαιώνω, ὑμνῶ = εξυμνώ, λέω πολλές φορές, ὑπερφρονῶ = περιφρονώ.

Ακολουθήστε μας

Log in

Ε! Πριν φύγεις...

Κάνε εγγραφή στο Newsletter της Φιλολογικής γωνιάς για να λαμβάνεις πρώτος νέα, κρυφό υλικό, ενημερώσεις και πολλά άλλα!