Λύκειο

Λυσίας, Ὑπὲρ Μαντιθέου §§1-3

Εἰ μὴ συνῄδειν, ὦ βουλή, τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν, πολλὴν ἂν αὐτοῖς χάριν εἶχον τῆς κατηγορίας· ἡγοῦμαι γὰρ τοῖς ἀδίκως διαβεβλημένοις τούτους εἶναι μεγίστων ἀγαθῶν αἰτίους, οἵτινες ἂν αὐτοὺς ἀναγκάζωσιν εἰς ἔλεγχον τῶν αὐτοῖς βεβιωμένων καταστῆναι. Ἐγὼ γὰρ οὕτω σφόδρα ἐμαυτῷ πιστεύω, ὥστ’ ἐλπίζω, καὶ εἴ τις πρὸς μὲ τυγχάνει ἀηδῶς διακείμενος, ἐπειδὰν ἐμοῦ λέγοντος ἀκούςῃ περὶ τῶν πεπραγμένων, μεταμελήσειν αὐτῷ καὶ πολὺ βελτίω μὲ εἰς τὸν λοιπὸν χρόνον ἠγήσεσθαι. Ἀξιῶ δέ, ὢ βουλή, ἐὰν μὲν τοῦτο μόνον ὑμῖν ἐπιδείξω, ὡς εὔνους εἰμὶ τοῖς καθεστηκόσι πράγμασι καὶ ὡς ἠνάγκασμαι τῶν αὐτῶν κινδύνων μετέχειν ὑμῖν, μηδὲν πώ μοι πλέον εἶναι.

(Λυσίας, Ὑπὲρ Μαντιθέου §§1-3)

Ακολουθήστε μας

Log in

Ε! Πριν φύγεις...

Κάνε εγγραφή στο Newsletter της Φιλολογικής γωνιάς για να λαμβάνεις πρώτος νέα, κρυφό υλικό, ενημερώσεις και πολλά άλλα!