ΞΕΝΟΦΩΝΤΟΣ, Κύρου Ἀνάβασις 2, 4 1-3
Μετὰ ταῦτα περιέμενον Τισσαφέρνην οἵ τε Ἕλληνες καὶ ὁ Ἀριαῖος ἐγγὺς ἀλλήλων ἐστρατοπεδευμένοι ἡμέρας πλείους ἢ εἴκοσιν. Ἐν δὲ ταύταις ἀφικνοῦνται πρὸς Ἀριαῖον καὶ οἱ ἀδελφοὶ καὶ οἱ ἄλλοι ἀναγκαῖοι καὶ πρὸς τοὺς σὺν ἐκείνῳ Περσῶν τινες, οἳ παρεθάρρυνόν τε καὶ δεξιὰς ἐνίοις παρὰ βασιλέως ἔφερον μὴ μνησικακήσειν βασιλέα αὐτοῖς τῆς σὺν Κύρῳ ἐπιστρατείας μηδὲ ἄλλου μηδενὸς τῶν παροιχομένων. τούτων δὲ γιγνομένων ἔνδηλοι ἦσαν οἱ περὶ Ἀριαῖον ἧττον προσέχοντες τοῖς Ἕλλησι τὸν νοῦν· ὥστε καὶ διὰ τοῦτο τοῖς μὲν πολλοῖς τῶν Ἑλλήνων οὐκ ἤρεσκον, ἀλλὰ προσιόντες τῷ Κλεάρχῳ ἔλεγον καὶ τοῖς ἄλλοις στρατηγοῖς· τί μένομεν; Ἤ οὐκ ἐπιστάμεθα ὅτι βασιλεὺς ἡμᾶς ἀπολέσαι ἂν περὶ παντὸς ποιήσαιτο, ἵνα καὶ τοῖς ἄλλοις Ἕλλησι φόβος εἴη ἐπὶ βασιλέα μέγαν στρατεύειν; καὶ νῦν μὲν ἡμᾶς ὑπάγεται μένειν διὰ τὸ διεσπάρθαι αὐτοῦ τὸ στράτευμα· ἐπὰν δὲ πάλιν ἁλισθῇ αὐτῷ ἡ στρατιά, οὐκ ἔστιν ὅπως οὐκ ἐπιθήσεται ἡμῖν.
(ΞΕΝΟΦΩΝΤΟΣ, Κύρου Ἀνάβασις 2, 4 1-3)
$Λέξεις: ἀναγκαῖοι= συγγενείς, φέρω δεξιάς = φέρω διαβεβαιώσεις, παροίχομαι =παρέρχομαι, περὶ παντὸς ποιοῦμαι= θεωρώ σπουδαιότατον ζήτημα, ὑπάγομαί τινα= παρασύρω κάποιον, ἁλίζομαι= συγκεντρώνομαι, οὐκ ἔστιν ὅπως οὐκ = ασφαλώς.
?Ασκήσεις:
1. εἰρημένα, προαιρεῖσθαι, ἐξαμαρτάνοντα: Να γίνει Χ.Α. στο γ΄ πληθυντικό στην Οριστική καὶ Ε.Α. στο β΄ ενικό του αορίστου.
2. ἐνίοις, ἑαυτοῖς, ἑνός: Να κλιθούν και στα τρία γένη.